Εις Μνήμη της Αγίας Ενδόξου Μεγαλομάρτυρος και Αθλοφόρου του Χριστού Κυριακής

Ἀκολουθία ψαλλομένη τῇ Ζ΄ Ἰουλίου

Περιεχόμενα
Εικόνα της Αγίας Μεγαλομάρτυρος Κυριακής
Η Αγία Μεγαλομάρτυς Κυριακή.

Το κείμενο της Ακολουθίας παρατίθεται στο πρωτότυπο. Διορθώθηκαν μόνο προφανή τυπογραφικά σφάλματα της προηγούμενης έκδοσης (π.χ. «ΙΙ» αντί «Π», τόνοι και υπογεγραμμένες). Οι τυπικές διατάξεις σημειώνονται με κόκκινο χρώμα, όπως στα λειτουργικά βιβλία.

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ

Μετὰ τὸν προοιμιακόν, τὸ «Μακάριος ἀνήρ». Εἰς τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.

Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον, καὶ δεσμοῖς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ᾽ αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα. (Δίς)
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαΐαις, ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε. (Δίς)
Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας, ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθῳ καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.

Δόξα. Ἦχος πλ. β΄.

Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτόν, ἐν ἀγαλλιάσει τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με, νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη σου.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾽ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾽ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. «Φῶς ἱλαρόν». Τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα.1

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

[Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.]2

Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ τοῦ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν

Ἦχος α΄.

Πλουσίοις χαρίσμασιν ὁ Χριστὸς σὲ ἠμείψατο, Κυριακὴ πανεύφημε, ὅτι τὸ θράσος τῶν ἀνόμων ἀνδρειοφρόνως κατέλυσας, καὶ θυσίαν λογικὴν τὸ παρθενικόν σου σῶμα Θεῷ προσενήνοχας· ἀνδρικῶς γὰρ τὴν φύσιν ἐκβιασαμένη, τὴν ψυχήν σου τῷ Θεῷ παρέδωκας, Δαβιτικῶς ἀναβοῶσα· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, νυμφίε ἐπουράνιε, ἐμοῦ δὲ ἀντελάβου καὶ ἐβεβαίωσάς με, ὡς οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ θεῖα σου θαυμάσια. Ὅθεν αἴτησαι σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος α΄.

Ὡς ἐν πέτρᾳ στερρᾷ τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα, Κυριακὴ πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας, καὶ στέφος δὲ τῆς νίκης ἐπάξιον ἀπείληφας· μετὰ τῶν ἄνω ταγμάτων συνηριθμήθης, ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Κυριακὴ πάνσεμνε, τελοῦσα ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος β΄.

Ὡς ἀλάβαστρον μύρου τὸ αἷμά σου προσενήνοχας τῷ σῷ νυμφίῳ Χριστῷ, Κυριακὴ μάρτυς, ἀθλοφόρε ἀήττητε· ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον παρ᾽ αὐτοῦ, ἀξιάγαστε. Ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρὸν ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος καὶ μάρτυς Χριστοῦ, πολύαθλε.

Ἦχος γ΄.

Ἀθλητικὴν πανήγυριν, πιστοί, θεοφρόνως τελουμένην θεώμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῷ ἡμῶν εὐχαριστήριον ὕμνον μελῳδήσωμεν· τὸ γὰρ ἀόρατον κράτος τῆς ἐναντίας δυνάμεως ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, καὶ τὴν θείαν ἑαυτοῦ δύναμιν ἐν ἀσθενείᾳ τελειώσεως τῆς καλλιμάρτυρος· ταῖς αὐτῆς πρεσβείαις σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.

Δοξάζομέν σου, Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα τὴν εἰς ἡμᾶς γενομένην· ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ σταυροῦ σου, φιλάνθρωπε· τύραννον οὐκ ἐπτοήθησαν, τὸν δόλιον κατεπάτησαν· ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος β΄.

Ὁ παλαιᾶς τῆς πλάνης ἀρχηγέτης πρὸ ποδῶν συντέτριπται τῆς νύμφης Χριστοῦ Κυριακῆς· ζέσει γὰρ κρατυνομένη τῆς ὀρθοδόξου πίστεως, εἰδώλων σεβάσματα ὡς ἀσεβῆ διήλεγξε, καὶ τὸν τύραννον ἐχθρὸν ὡς στρουθίον ἐξεμυκτήρισεν· αὐτῆς ταῖς πρεσβείαις, Χριστέ, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ ἅγιος, καθὼς βοᾷ ὁ Προφήτης· Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Εἰς τὸν Στίχον

Ἀπόστιχα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ἄθλησιν ὑπέμεινας τῇ σῇ παλαίστρᾳ κατάλληλον, Κυριακὴ πανεύφημε, παρθενίας ἔνδοξε, μαρτυρίου αἷμα συγκεκερασμένη· ὅθεν καὶ στέφανον διπλοῦν ὁ εὐεργέτης σοι ἐχαρίσατο, πρὸς ὃν καὶ ἀνελήλυθας πεποικιλμένη λαμπρότητι, ὡς παρθένος πανάμωμος, καὶ ὡς μάρτυς ἀήττητος.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Κάλλει τῷ τοῦ σώματος, ἡ ὡραιότης ἡ ἔνθεος τῆς ψυχῆς σου συνέδραμεν· ὡς κρίνον γὰρ ἔλαμψας ἐν μοναῖς ἁγίων, ἐκλελευκασμένη, καὶ ταῖς τοῦ αἵματος ῥοαῖς πεφοινιγμένη, πάνσεμνε· διό σε καὶ οὐράνιος τερπνὸς ἐδέξατο θάλαμος, καὶ παστὰς ἀκατάλυτος, ὡς παρθένον καὶ μάρτυρα.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.

Κύκλῳ παρενέλαβε, Κυριακή, σε, πανεύφημε, ὁ ῥυόμενος ἄγγελος· ἐκ βρέφους τὸν Κύριον φοβουμένη ὤφθης, καὶ ἀνακειμένη ὥσπερ ἀνάθημα τερπνόν, τετηρημένον τῷ Παντοκράτορι. Ἐντεῦθεν κατεπάτησας τοῦ Ἱλαριανοῦ τὴν παράνοιαν, καὶ στεφθεῖσα ἀνέδραμες πρὸς Χριστὸν τὸν νυμφίον σου.

Δόξα. Ἦχος πλ. β΄.

Ἀθλητικὴν ὁδεύσασα ὁδόν, παρανομούντων ἐξέφυγες βουλήν, Κυριακὴ πανσεβάσμιε· καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου· ὡς δὲ μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν· πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον

Ἦχος δ΄. Βασίλειον διάδημα.

Ὡς βρύσις πολύκρουνος, παρθενομάρτυς Χριστοῦ, κατήρδευσας, πάνσοφε, τὴν Ἐκκλησίαν αὐτοῦ, καὶ ἤθλησας ἄριστα· ἔσωσας τοὺς ἐν σκότει τῆς εἰδωλομανίας, αἴγλῃ τῶν σῶν θαυμάτων, Κυριακὴ ἀθλοφόρε· διὸ ἐν παρρησίᾳ Χριστὸν πρέσβευε σωθῆναι ἡμᾶς.

Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ᾽ αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ, Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι᾽ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Ὄρθρον

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν μνήμην τελοῦντές σου, Κυριακὴ ἔνδοξε, τὴν χάριν αἰτούμεθα καὶ τὴν ἀντίληψιν τὴν σὴν οἱ τιμῶντές σε· ῥῦσαι οὖν, ἀθλοφόρε, ἐκ παντοίας ἀνάγκης ἡμᾶς τοὺς ὑμνητάς σου ταῖς σαῖς ἱκεσίαις, καὶ τῶν πλημμελημάτων δίδου τὴν ἄφεσιν.

Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ἡ μόνη κυήσασα τὸν ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα τῷ τόκῳ σου, Ἄχραντε, ῥῦσαί με τῶν παγίδων τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ζῆλον ἔνδοθεν ἐν τῇ ψυχῇ σου ἔχουσα, ἔνδοξε, τοὺς ἀνομοῦντας διακενῆς καρτερικῶς διήλεγξας· καὶ ὁμιλήσασα βασάνοις, διήνυσας τὸν σὸν ἀγῶνα γενναίῳ φρονήματι· παρθενομάρτυς Κυριακὴ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν ὡραιότητα τῆς παρθενίας σου καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι, Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Μετὰ τὸν πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἁγνείας στιλπνότητι, κρίνον ὡς εὔοσμον κοιλάσιν ἐξήνθησας, Κυριακή, τῷ Χριστῷ, μαρτύρων πανεύφημε· λάμψεσιν ἐφωτίσθης ἐπιγνώσεως θείας, πλάνης δυσωδεστάτης ἀπελαύνουσα βλάβην· διὸ καὶ ἑορτάζομεν, Μάρτυς, τὴν μνήμην σου.

Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ταχὺ δέξαι, Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάχραντε· λῦσον τὰς περιστάσεις τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας καὶ τὰ θράση, Παρθένε, τῶν νῦν ἐφοπλιζομένων κατὰ τῶν δούλων σου.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. (Δίς)
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Εὐαγγέλιον μαρτυρικόν. Ὁ Ν΄. Δόξα· Ταῖς τῆς Ἀθλοφόρου… Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄.

Ῥηγνυμένης σαρκὸς οὐδόλως ἐφρόντισας, Παρθενομάρτυς, Κυριακὴ πανένδοξε· ἀλλὰ τραύμασι, μάστιξί τε καὶ ἄλλοις προθύμως ἐκδέδωκας διὰ τὴν ἄνω λαμπρότητα. Ὅθεν Χριστὸς ὁ νυμφίος σου καὶ στεφανοθέτης στεφάνῳ διπλῷ σε κατέστεψε, τῆς παρθενίας τε καὶ ἀθλήσεως· αὐτὸν οὖν ἱκέτευε ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης προσβολῆς ἐναντίας, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

«Σῶσον, ὁ Θεός, τὸν λαόν σου…»

Ὁ Κανών

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Ταῖς θείαις τῶν ἀσωμάτων τάξεσι, καὶ νῦν μετ᾽ αὐτῶν χορεύουσα περὶ τὸν πάντων αἴτιον Χριστόν, καὶ τρανῶς ἀπολαύουσα θεαρχικῆς ἐλλάμψεως, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.
Τὸ θῆλυ, ἀρρενωθὲν τῇ χάριτι, τὴν ἐπηρμένην ὀφρὺν καὶ καυχωμένην ἄμετρα τὸ πρίν, θείᾳ δυνάμει καταβέβληκε.
Σταυρῷ σε ἀναρτηθέντα, Δέσποτα, κατανοήσασα ἡ εὐκλεής σου Κυριακή, αἰκισμῶν καρτερεῖ τὸ ἐπίπονον, δυναμουμένη σθένει σου, τοῦ τὴν ἡμῶν φύσιν νευρώσαντος.

Θεοτοκίον.

Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι᾽ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.

Ἀνάψας σου τὴν ψυχὴν ἔρως ὁ θεῖος, τῆς σαρκὸς ἔρωτα καὶ χαλεπὰ βράσματα τὰ τῶν αἰκισμῶν ἐναπέσβεσε.
Ἰσχύϊ παντουργικῇ τὴν κεφαλὴν τοῦ δυσμενοῦς ἔθλασας, τῆς κεφαλῆς στέργουσα, Κυριακή, καρτερῶς τὴν ἀφαίρεσιν.
Αἱμάτων σου οἱ κρουνοὶ τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσαν· τοὺς δὲ πιστοὺς ἤρδευσαν τῆς θεοσεβείας τοῖς νάμασι.

Θεοτοκίον.

Σὺ μόνη τοῖς ἐπὶ γῆς τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε προσάγομεν.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὰς βασάνους γενναίως ἡ ἀθλοφόρος σου ὑπομείνασα πάσας τὰς τῶν τυράννων, Χριστέ, κατεπάτησεν ἐχθρὸν τὸν πολυμήχανον, καὶ ἀνεδείχθη ἀληθῶς τροπαιοφόρος κατ᾽ αὐτοῦ, καὶ στέφος εἴληφε δόξης ἐκ σοῦ τοῦ ἀγωνοθέτου· καὶ νῦν πρεσβεύει εἰς τὸ σωθῆναι ἡμᾶς.

Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε, τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· χαῖρε, ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν· πρεσβεύουσα μὴ ἐλλείπῃς ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον σου.

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.

Σὲ τὴν ἄσπιλον ἀμνάδα, καθάπερ λύκοι, οἱ δυσμενεῖς σπαράττοντες, Κυριακή, ταῖς αἰκίαις, ἄμωμον ὅλην Θεῷ ἀπετέλεσαν θεῖον ἱερεῖον καὶ σφάγιον.
Τὸν πτερνίσαντα ἀπάτῃ τὴν πρώτην Εὔαν μαρτυρικαῖς ἐνστάσεσι τρέψασα καθεῖλες, δείξασα ἀνίσχυρον, Χριστῷ ἀναμέλπουσα· Δόξα τῇ δυνάμει σου, Κύριε.
Ἡ καρδία σου τῷ ἔρωτι τοῦ νυμφίου πυρπολουμένη, ἄνθρακας καὶ πλάνην, γενναιόφρον, λύθρῳ ἐναπέσβεσεν αἱμάτων, καὶ θάλασσαν τῆς πολυθεΐας ἐξήρανεν.

Θεοτοκίον.

Ἀπειρογάμως ἐκύησας, ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς τὸ Χαῖρέ σοι, Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Μύρον ἐκκενωθέν, τὸν Χριστὸν ἠγάπησας, Κυριακή, ἡ γενναιόφρων· καὶ ἠκολούθησας τούτῳ ἐν ᾄσμασι δοξάζουσα.
Τῷ κάλλει τὴν ψυχὴν τετρωμένη παρέδραμεν, ὦ Δέσποτα, ἡ παρθένος τὰ ὁρώμενα κάλλη, ἀθλήσει ὑπερλάμπουσα.
Ὅλην σεαυτὴν τῷ Θεῷ προσενήνοχας, ἐρύθημα παρθενίας ταῖς βαφαῖς τῶν αἱμάτων τὸ πρότερον τελέσασα.

Θεοτοκίον.

Σὲ ὅπλον ἀρραγὲς κατ᾽ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε, κεκτήμεθα.

ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.

Ἀνδρεῖον ἐν γυναικείῳ σώματι φρόνημα ἀναλαβοῦσα πρὸς πάλην, ἐπεξῆλθες, Κυριακή, κατὰ τῶν τυραννούντων· καὶ ῥομφαίᾳ ὑπομονῆς αὐτοὺς ἐθανάτωσας.
Εἰσέτι σταζομένη τῷ αἵματι, πάνσεμνε, τῷ σῷ νυμφίῳ παρέστης, καλλοναῖς παντοίαις ὡραϊσμένη, καὶ τῇ τούτου εἰς ἀεὶ ἐντρυφᾷς ὡραιότητι.
Ἔρωτι τετρωμένη τῷ θείῳ ἐκραύγαζες· Χριστὸν ἐπείγομαι φθάσαι τὸν ὡραῖον κάλλει· ὅθεν βασάνους ὑπομένω, ἀκλινεῖ γηθομένη φρονήματι.

Θεοτοκίον.

Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ τὸν τὰ σύμπαντα περιέποντα ἀπειράνδρως συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ἡ Μάρτυς Χριστοῦ ἡμᾶς συνεκαλέσατο τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ᾆσαι νῦν· φερωνύμως αὕτη γὰρ πέφηνεν, ὡς ἀνδρεία τῷ φρονήματι, κυρία νοός τε καὶ παθῶν ἀπρεπῶν.

Ὁ Οἶκος.

Τῆς τῶν εἰδώλων πλάνης κρατούσης ἀνὰ πᾶσαν τὴν γῆν καὶ περιπολούσης, φιλόχριστοι, Μέδοντός τε δυσσεβοῦς καὶ ἀπανθρώπου ὄντος παρὰ πάντας ἀνθρώπους, προσεκυνεῖτο ἡ τῶν ἀθέων μιαρὰ καὶ δυσώνυμος αἵρεσις· τῇ τούτου γὰρ ἀθεωτάτῃ φωνῇ τὰ πλήθη ὑπήκουεν, ὡς τοῖς μὴ εἴκουσι τῇ αὐτοῦ ἀσεβείᾳ θάνατον ἀπειλούσῃ σφοδρόν τε καὶ δύσμορον. Ἀλλ᾽ ἡ Μάρτυς Χριστοῦ, τὰς τῶν τυράννων ἀθέους προσταγάς τε καὶ ἀπειλὰς καταπτύσασα, καὶ Χριστὸν τὸν Θεὸν ἐν μέσῳ τοῦ σταδίου κηρύξασα, τὸν ἐχθρὸν κατεπάτησεν· ὅθεν ὤφθη ἀληθῶς κυρία νοός τε καὶ παθῶν ἀπρεπῶν.

Συναξάριον

Τῷ αὐτῷ μηνὶ Ζ΄. Τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἀθλοφόρου τοῦ Χριστοῦ Κυριακῆς.

Κυριακὴ θανοῦσα, τὴν τομὴν φθάνει
προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει.

Κατὰ τοὺς χρόνους τοῦ Βασιλέως Διοκλητιανοῦ ἐν ἔτει σπβ΄ ἦτον ἀνδρόγυνόν τι Χριστιανικὸν Δωρόθεος καὶ Εὐσεβία ὀνομαζόμενον, οἵτινες ἐπειδὴ ἦσαν ἄτεκνοι παρεκάλουν τὸν Θεὸν νὰ τοῖς χαρίσῃ τέκνον, ὑποσχόμενοι νὰ χαρίσουν πάλιν τὸ γεννηθὲν παιδίον εἰς αὐτόν. Ὅθεν ὑπήκουσεν ὁ Θεὸς τῆς δεήσεως αὐτῶν, καὶ ἐγέννησαν παιδίον θηλυκὸν ἐν ἡμέρᾳ Κυριακῇ· διὸ καὶ ὠνόμασαν αὐτὴν Κυριακήν, τὴν ὁποίαν βαπτίσαντες, ἀνέθρεψαν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου κατὰ τὸν Ἀπόστολον, καὶ ἐφύλαττον αὐτὴν Παρθένον, ἐπειδὴ ἔμελλον νὰ τὴν ἀφιερώσωσιν εἰς τὸν Θεόν.

Ὅταν δὲ ὁ δυσσεβὴς Διοκλητιανὸς ἐκίνησε διωγμὸν κατὰ τῶν Χριστιανῶν, τότε παρεδόθησαν οἱ γονεῖς τῆς ἁγίας μὲ αὐτὴν εἰς τὸν τύραννον· ὁ ὁποῖος ἀνακρίνας, τοὺς μὲν γονεῖς τῆς ἁγίας ἔδειρε, καὶ ἔστειλεν αὐτοὺς εἰς τὸν Δούκαν Ἰοῦστον, τὸν εὑρισκόμενον κατὰ τὰ μέρη τῆς ἐν τῇ μικρᾷ Ἀρμενίᾳ Μελιτινῆς, ἥτις κοινῶς Μαλατιὰ ὀνομάζεται· τὴν δὲ Κυριακὴν ἀπέστειλεν εἰς τὸν Καίσαρα Μαξιμιανὸν τὸν εὑρισκόμενον εἰς τὴν Νικομήδειαν. Ὁ Μαξιμιανὸς λοιπὸν ἀνακρίνας τὴν μάρτυρα καὶ εὑρὼν αὐτὴν στερεὰν εἰς τὴν πίστιν τοῦ Χριστοῦ, τὴν ἔρριψε κατὰ γῆς καὶ τὴν ἔδειρεν ἐπὶ πολλὰς ὥρας. Ἐπειδὴ δὲ ἡ ἁγία προσηύχετο, διὰ τοῦτο ἐθυμώνετο ὁ τύραννος κατὰ τῶν στρατιωτῶν τῶν βασανιζόντων τὴν μάρτυρα. Τότε ἡ ἁγία λέγει πρὸς τὸν Μαξιμιανόν· «Μὴ πλανᾶσαι, ὦ Μαξιμιανέ, ποτὲ δὲν θέλεις μὲ νικήσει, τοῦ Θεοῦ βοηθοῦντός μοι». Διὰ τοῦτο καὶ ὁ Μαξιμιανὸς ἀποκαμών, ἔπεμψε τὴν ἁγίαν εἰς τὸν ἄρχοντα τῆς Βιθυνίας, Ἱλαριανὸν ὀνόματι.

Ὁ δὲ Ἱλαριανὸς ἀνακρίνας τὴν μάρτυρα, ἔμβασεν αὐτὴν μέσα εἰς τὸν ναὸν τῶν εἰδώλων. Ἐκεῖ δὲ προσευχηθείσης τῆς Ἁγίας, ἔγεινε μεγάλος σεισμός, ἀπὸ τὸν ὁποῖον ἐκρημνίσθησαν τὰ εἴδωλα καὶ ἔγιναν ὡσὰν κονιορτός. Ἐπηκολούθησε δὲ πρὸς τούτοις ἀνεμοστρόβιλός τις, ὅστις ἐσκόρπισεν εἰς τὸν ἀέρα τὸν κονιορτὸν τῶν εἰδώλων· ἀστραπὴ δὲ ἐπιπεσοῦσα, κατέκαυσε τὸ πρόσωπον τοῦ ἄρχοντος Ἱλαριανοῦ. Ὅθεν ἐκεῖνος κρημνισθεὶς ἀπὸ τὸν θρόνον του ἐξέψυξεν. Ἐλθὼν δὲ ἄλλος ἄρχων διάδοχος ἐκείνου, καὶ μαθὼν ταῦτα, κατεδίκασε νὰ καῇ ἡ Ἁγία εἰς τὸ πῦρ. Καὶ ἤναψαν οἱ ὑπηρέται πυρκαϊὰν μεγάλην, καὶ ἔσπρωξαν τὴν μάρτυρα μέσα εἰς αὐτήν. Ἡ δὲ ἁγία σηκώσασα τὰς χεῖρας εἰς τὸν οὐρανόν, προσευχήθη τῷ Θεῷ ἐπὶ πολύ. Ὅθεν μολονότι ἦτο καιρὸς εὔδιος, κατέβη ὅμως σύννεφον ἀπὸ τὸν οὐρανόν, καὶ ἔσβυσεν ὅλην τὴν φωτιάν, χωρὶς νὰ βλαφθῇ ἡ μάρτυς τελείως ἀπ᾽ αὐτήν.

Μετὰ ταῦτα ἀφῆκεν ὁ τύραννος διάφορα θηρία ἐναντίον τῆς ἁγίας, ἀλλ᾽ ὅμως δὲν κατώρθωσε τίποτε, ἐπειδὴ καὶ τὰ θηρία ἐκυλίοντο ὡς ἀρνία ἥμερα εἰς τοὺς πόδας τῆς ἁγίας χωρὶς ποσῶς νὰ τὴν βλάψωσιν. Ὅθεν βλέποντες πολλοὶ Ἕλληνες τὸ παράδοξον αὐτὸ θαῦμα, ἐπίστευσαν εἰς τὸν Χριστόν. Ἔπειτα ἐβλήθη ἡ μάρτυς εἰς τὴν φυλακήν, καὶ τὴν ἐρχομένην ἡμέραν ἐκάθισεν ὁ ἄρχων εἰς τὸ βῆμα καὶ ἔδωκε κατὰ τῆς ἁγίας τὴν τοῦ θανάτου τελευταίαν ἀπόφασιν. Ὅθεν οἱ δήμιοι ἤγαγον αὐτὴν ἔξω τῆς πόλεως διὰ νὰ τὴν ἀποκεφαλίσουν. Ἡ δὲ ἁγία ἐζήτησε καιρόν, ἵνα προσευχηθῇ. Καὶ προσευχηθεῖσα ἐπὶ πολλὰς ὥρας, ἐδίδαξε τοὺς ἀκολουθήσαντας αὐτὴν Χριστιανούς. Εἶτα πλαγιάσασα εἰς τὴν γῆν, παρέδωκε τὴν ψυχήν της εἰς χεῖρας Θεοῦ. Ἐλθόντες δὲ πρὸς αὐτὴν οἱ στρατιῶται οἱ μέλλοντες νὰ τὴν ἀποκεφαλίσωσι, καθὼς τὴν εἶδον νεκράν, ἐξέστησαν. Ἠκούσθη δὲ καὶ θεία φωνὴ εἰς αὐτοὺς λέγουσα· «Πορεύεσθε, ἀδελφοί, καὶ διηγεῖσθε εἰς ὅλους τὰ μεγαλεῖα τοῦ Θεοῦ». Οἱ δὲ στρατιῶται γυρίσαντες ἐδόξασαν τὸν Θεόν. Ἧς ταῖς πρεσβείαις ἀξιωθείημεν καὶ ἡμεῖς τῆς τῶν οὐρανῶν βασιλείας. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ἐν θαύμασι μεγίστου Θωμᾶ τοῦ ἐν τῷ Μαλεῷ ὄρει τῆς Μάνης ἐν Πελοποννήσῳ.

Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσῆς, Πάτερ,
ὡς ἀετός τις ἐξανέπτης πρὸς πόλον.
Ἑβδομάτῃ Θωμᾶν θάνατος μέλας ἔμφρονα εἷλεν.

Ὁ Ἅγιος Ἱερομάρτυς Εὐστάθιος πυρὶ τελειοῦται.

Πρὸς εὐστάθειαν καρδίας Εὐσταθίου
καὶ πῦρ συρίζον ἠρεμοῦν ὤφθη ὕδωρ.

Ὁ Ἅγιος Πολύκαρπος ὁ νέος μαχαίρᾳ τελειοῦται.

Οὕτως ὄναιο σῶν, σφαγεῦ, θελημάτων·
σφάττειν τάχει με τὸν Πολύκαρπον θέλων.

Ὁ Ἅγιος Μάρτυς Εὐάγγελος ξίφει τελειοῦται.

Εὐάγγελος τὸ θεῖον ἐκ ξίφους τέλος
εὐαγγελισμὸν εἶχε τοῦ θείου στέφους.

Μνήμη τῶν Ἁγίων Μαρτύρων Περεγρίνου καὶ τῶν σὺν αὐτῷ Λουκιανοῦ, Πομπηΐου, Ἡσυχίου, Παππίου, Σατορνίνου, Γερμανοῦ καὶ Ὑπερεχείου, καὶ τῶν σὺν αὐτοῖς λοιπῶν.

Σὺν ἓξ κατῆλθεν εἰς βυθὸν Περεγρῖνος,
ἀθλήσεως ἐκεῖθεν ἀγρεύσων στέφος.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὁ Κανών (συνέχεια)

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Μετὰ παρθένων λαμπαδηφόρος εἰς οὐράνια πέλεις, τοῦ πυρὸς λαμπάδας καρτερικῶς ἐν τῷ ψάλλειν ὑπομείνασα· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.
Σαυτῷ νυμφίῳ, καθάπερ προῖκα, προσήγαγες δῆμον καὶ λαὸν πιστεύσαντα εἰς Χριστόν, τὴν τῆς πλάνης ἀμαυρότητα ταῖς φωτοβόλοις σου θαυματουργίαις ἐναποκρούουσα.
Οὐ δειλιῶσα, ἀνδρειοφρόνως μᾶλλον δέ, πάνσεμνε Κυριακή, τῇ πυρᾷ προσέρχῃ, ἀναψυχὴν αἰσθομένη καὶ κράζουσα· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.

Θεοτοκίον.

Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.

Ὡραία ἐν κάλλεσι τῶν σῶν στιγμάτων γέγονας, καὶ κατηγγύησας, Παρθένος ἄφθορος μένουσα, τῷ νυμφίῳ Λόγῳ, πάνσεμνε, τῷ ἐκ Παρθένου δι᾽ ἡμᾶς σεσαρκωμένῳ Θεῷ, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον. (Δίς)
Οἰκεῖς μετ᾽ Ἀγγέλων ἐν φωτί, Παρθένων τάγμασι δήμοις μαρτύρων τε συνεορτάζουσα, πρόσωπον ἀτενίζουσα πρὸς πρόσωπον, καὶ θεωροῦσα καὶ λαμπρᾶς δόξης μετέχουσα, καὶ βοῶσα· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ· σὺ τῆς θεότητος γέγονας ἐνδιαίτημα, πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός. Ὅθεν πάντες σὲ εὐλογοῦμεν, Μαρία Θεόνυμφε.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.

Ὡς περικαλλὴς καὶ ὡραία καὶ περιδέξιος παρθένος, ὡς ἀκαταγώνιστος μάρτυς, καὶ τοῦ Δεσπότου νύμφη πανάμωμος, χρυσοειδέσι πτέρυξι πρὸς τὰ οὐράνια ἀνεπέτασας.
Σὲ τὴν νοητὴν χελιδόνα καὶ ἀδιάφθορον τρυγόνα, καὶ περιστεράν, κεχρυσωμένας τῷ μαρτυρίῳ ἔχουσαν πτέρυγας, καὶ πρὸς Θεὸν πετάσασαν καὶ καταπαύσασαν, γεραίρομεν.
Ἔνδον τῆς ἀφθάρτου παστάδος κατασκηνώσασα, θεόφρον, ταῖς ἐκπεμπομέναις ἀστραπαῖς τοῦ σοῦ νυμφίου φαιδρυνομένη ἀεί, ὑπὲρ ἡμῶν ἱκέτευε τῶν εὐσεβῶς ἀνευφημούντων σε.

Θεοτοκίον.

Ἵνα σὲ δοξάζω, Παρθένε, τὴν ἀληθῶς δεδοξασμένην, πάσης ἀδοξίας με ῥῦσαι καὶ ἁμαρτίας, καὶ δόξης μέτοχον ἐπουρανίου ποίησον τὸν προσφυγόντα τῷ ἐλέει σου.

Ἐξαποστειλάρια. Τῶν μαθητῶν ὁρώντων σε.

Κυριακὴν τὴν μάρτυρα καὶ παρθένον ᾠδαῖς ἐναρμονίοις ἀνευφημοῦμεν· αὕτη γὰρ ηὐλόγησε τοῦ σώματος, καθὰ φθείρεσθαι μέλλοντος, πολλὰς βασάνους ἐνέγκασα διὰ Χριστοῦ τὴν ἀγάπην.

Ἕτερον. Ἐν πνεύματι τῷ ἱερῷ.

Ἐν οὐρανοῖς ὡς μάρτυς, Κυριακή, σὺ τῷ Θεῷ παρισταμένη ἐνδόξως, πάντας ἡμᾶς τοὺς εὐσεβῶς μνήμην τὴν σὴν ἐκτελοῦντας σῷζε σεπταῖς σου πρεσβείαις.

Θεοτοκίον.

Πανευγὴς Παντάνασσα, ἱκεσίαις τῆς ἀθλοφόρου σου Κυριακῆς, φύλαττε τὴν ποίμνην σου ἀπρόσψαυστον πάσης ἐναντιότητος, διὰ παντός σε ὑμνοῦσαν, τὴν προστασίαν τοῦ κόσμου.

Εἰς τοὺς Αἴνους

Ἱστῶμεν στίχους δ΄. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν φιλεόρτων τὰ πλήθη, δεῦτε συνδράμωμεν τῇ μνήμῃ τῆς ἐνδόξου καὶ σεπτῆς ἀθλοφόρου· Κυριακὴ γὰρ ἡ μάρτυς πάντας ἡμᾶς συνεκάλεσε σήμερον εἰς εὐωχίαν ἀθάνατον, τὰς αὐτῆς ἀριστείας παραθέμενοι. (Δίς)
Τὴν ἱεράν σου εἰκόνα κατασπαζόμεθα νῦν αἰσθητῶς, ἁγία, νοερῶς δὲ τὰ θεῖα λείψανά σου πάντες ἀπὸ ψυχῆς προσκυνοῦμεν, Κυριακή, ἐκδυσωποῦντες βλάβης παντοδαπῆς καὶ κινδύνου ἡμᾶς ῥύεσθαι.
Κυριακῆς τῆς Παρθένου, δεῦτε, συνέλθωμεν ἐν τῷ ναῷ τῷ θείῳ, καὶ αὐτῆς τὴν εἰκόνα τὴν πάνσεπτον σὺν φόβῳ καὶ χαρμονῇ προσκυνήσωμεν ἅπαντες, καθικετεύοντες ταύτην πάσης ὀργῆς καὶ ἀνάγκης ἡμᾶς ῥύεσθαι.

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε, φιλεόρτων τὸ σύστημα, συναθροισθέντες σήμερον ἐν τῷ πανσέπτῳ ναῷ τῆς παρθενομάρτυρος, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, ψαλμικῶς ᾄδοντες ἐναρμόνιον μέλος τῷ ταύτην δοξάσαντι Χριστῷ τῷ Θεῷ, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει πρὸς αὐτὴν ἀναβοήσωμεν· Χαίροις, ἀθλοφόρε ἔνδοξε, ἡ ὀφθεῖσα θαυμαστὴ μάρτυς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· χαίροις, ἀμνὰς ἄφθορε, ἡ τὴν γυναικείαν ἀσθένειαν ἀποῤῥιψαμένη καὶ ἀνδρικῶς ἀγωνισαμένη· χαίροις, Κυριακὴ πανεύφημε, ἡ πρὸς ὕψος ὡς περιστερὰ ἀναπτᾶσα τοῖς τοῦ Ἁγίου Πνεύματος πτεροῖς, καὶ πρὸς τὸν οὐράνιόν σου Πατέρα καταπαύσασα· πρέσβευε αὐτῷ ἀπὸ πάσης προσβολῆς καὶ περιστάσεως λυτρώσασθαι τοὺς πιστῶς ἐκτελοῦντας τὴν πανέορτον μνήμην σου.

Καὶ νῦν· Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος… Δοξολογία μεγάλη.

Εἰς τὴν Λειτουργίαν

Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί· ἐκ τοῦ κανόνος τῆς Ἁγίας ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῆς Ἁγίας Βαρβάρας (4 Δεκεμβρίου). Κοινωνικόν· Εἰς μνημόσυνον αἰώνιον…

Μεγαλυνάριον.

Ἔχοντες ναόν σου τὸν ἱερόν, Κυριακὴ ἀθλοφόρε, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ἐν τούτῳ καιρῷ τῷ τῆς ἀνάγκης, καὶ ἐπηρείας πάσης αὐτῷ λυτρούμεθα.

Η παρούσα σελίδα περιέχει ένα μικρό αφιέρωμα στον Άγιο Ονούφριο τον προστάτη μου, εκείνον που με τις παρακλήσεις του στον Κύριο με βοήθησε και με βοηθά σε δύσκολες καταστάσεις.
Ιάσων Διγαλάκης

  1. Ησ. 43:9–14. ↩
  2. Σοφ. Σολ. 5:15–6:3. Ο τίτλος του αναγνώσματος έλειπε από την προηγούμενη έκδοση και συμπληρώθηκε σε αγκύλες. ↩

Βιβλιογραφία

Λήψη βιβλιογραφίας (BibTeX, .bib) Για Zotero, JabRef, Mendeley και LaTeX. Σύστημα παραπομπών Chicago (17η έκδ.).

Λειτουργικά και αγιολογικά βιβλία

  1. Γεράσιμος Μικραγιαννανίτης (Μοναχός). Ο ενιαύσιος Στέφανος της Ορθοδόξου Ανατολικής Εκκλησίας. Αθήνα, 1976.
  2. Ιερατικόν. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 1965.
  3. Μηναία. Τόμ. Ιανουαρίου–Δεκεμβρίου. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 1988.
  4. Ο Άγιος Ονούφριος. χ.τ.: Απόστολος Βαρνάβας, χ.χ.
  5. Οκτώηχος. Αθήνα, 1962.
  6. Παπαγιάννης, Κωνσταντίνος (Πρωτοπρ.). Σύστημα Τυπικού των ιερών ακολουθιών του όλου ενιαυτού καταρτισθέν επί τη βάσει της τυπικής παραδόσεως της Ορθοδόξου Ανατολικής Εκκλησίας. 1η έκδ. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 2006. Βλ. ιδίως σσ. 545–547. ISBN 960-315-554-3.
  7. Πάσχα, Υιοί Β. Ν. Ακολουθία και βίος της Αγίας ενδόξου Μεγαλομάρτυρος και Αθλοφόρου του Χριστού [Κυριακής]. 1η έκδ. Πάτρα: Υιοί Β. Ν. Πάσχα, 1886.
  8. Πάσχα, Υιοί Β. Ν. Ακολουθία και βίος της Αγίας ενδόξου Μεγαλομάρτυρος και Αθλοφόρου του Χριστού [Κυριακής]. 2η έκδ. Αθήνα: Ανδρέας Β. Πάσχας, 1914.
  9. Πεντηκοστάριον. Αθήνα, 1986.
  10. Τριώδιον. Αθήνα, 1978.
  11. Ωρολόγιον. Αθήνα, 2006.

Αγία Γραφή και πατερικά κείμενα

  1. Αθανάσιος ο Μέγας (Άγιος). Έλληνες Πατέρες της Εκκλησίας 1. Θεσσαλονίκη, 1972, σ. 244.
  2. Βούλγαρης, Νικόλαος (Ιατροδιδάσκαλος). Κατήχησις ιερά, τουτέστιν εξήγησις λεπτομερής της Θείας και Ιεράς Λειτουργίας εν είδει ερωταποκρίσεων, μετά και πολλών ψυχωφελών εξετάσεων. Κατουνάκια Αγίου Όρους: Ιερόν Ησυχαστήριον «Άξιον Εστί», 2007. Ακριβής επανέκδοση της α΄ έκδοσης του 1651.
  3. Γιαννακόπουλος, Ιωήλ (Αρχιμ.). Η Παλαιά Διαθήκη κατά τους Ο΄: Κείμενον – ερμηνευτική παράφρασις – σχόλια – προβλήματα – χάρται. 4η έκδ. Τόμ. Α΄–Θ΄. Θεσσαλονίκη: Ορθόδοξη Χριστιανική Αδελφότης «Λυδία», 1986.
  4. Ιωάννης ο Δαμασκηνός (Άγιος). «Λόγος εις το Γενέσιον». Στο Η Θεοτόκος: Τέσσερις θεομητορικές ομιλίες του Αγίου Ιωάννου Δαμασκηνού, επιμ. Αθανάσιος Γιέβτιτς (Ιερομόναχος, Επίσκοπος Ζαχουμίου και Ερζεγοβίνης). Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 1995.
  5. Ιωάννης ο Δαμασκηνός (Άγιος). [Χωρίς τίτλο έργου]. Patrologia Graeca 94, στ. 1332.
  6. Ιωάννης ο Χρυσόστομος (Αρχιεπίσκοπος Κωνσταντινουπόλεως). Υπόμνημα εις το Κατά Ματθαίον Ευαγγέλιον. Σειρά «Έλληνες Πατέρες της Εκκλησίας»
  7. Ιωάννης της Κλίμακος (Άγιος). Κλίμαξ. Χωρίς στοιχεία έκδοσης.
  8. Κύριλλος Ιεροσολύμων (Άγιος). Κατηχήσεις. Μτφρ. Αντώνιος Ρωμαίος (Αρχιμ.). 2η έκδ. Καρέας: Ετοιμασία – Ιερά Μονή Αγίου Ιωάννου Προδρόμου Καρέα, 1999.
  9. Μάξιμος ο Ομολογητής (Άγιος). [Χωρίς τίτλο έργου]. Patrologia Graeca 90, στ. 157 και 321.
  10. Νικόδημος ο Αγιορείτης (Άγιος). Ερμηνεία εις την Ζ΄ και Η΄ Ωδήν και Προσευχήν των Αγίων Τριών Παίδων. Θεσσαλονίκη: Ορθόδοξη Κυψέλη, 1992.
  11. Νικόλαος ο Καβάσιλας (Άγιος). «Ομιλία εις την Γέννησιν». Στο Η Θεομήτωρ: Τρεις θεομητορικές ομιλίες, επιμ. Παναγιώτης Νέλλας, μτφρ. Παναγιώτης Νέλλας. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 1995.
  12. Συμεών ο Μεταφραστής. Η άθληση και το μαρτύριο των Αγίων Αγαθής, Βαρβάρας, Ευφημίας, Θέκλας, Ιουλιανής, Σοφίας και των θυγατέρων της. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 2002. Εισαγωγή («Η εποχή των μαρτύρων»): Γεώργιος Παπαδημητρόπουλος.
  13. Τρεμπέλας, Παναγιώτης Ν. Η Καινή Διαθήκη μετά συντόμου ερμηνείας. 48η έκδ. Αθήνα: Αδελφότης Θεολόγων «Ο Σωτήρ», 2003.

Βιβλία και μελέτες

  1. Αναγνωστόπουλος, Στέφανος (Πρωτοπρ.). Εμπειρίες κατά τη Θεία Λειτουργία. χ.τ., 2008.
  2. Εις τον Οικουμενικόν Διδάσκαλον και Φωστήρα της Εκκλησίας Άγιον Ιωάννην τον Χρυσόστομον. Θεσσαλονίκη: Ορθόδοξος Κυψέλη, χ.χ.
  3. Ευδοκίμωφ, Παύλος. Η προσευχή της Ανατολικής Εκκλησίας: Η Λειτουργία του Αγίου Ιωάννου του Χρυσοστόμου. 3η έκδ. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 1997.
  4. Ζήσης, Θωμάς. Ορθοδοξίας θησαύρισμα: Απολυτίκια και κοντάκια εορτολογίου. Τόμ. Ε΄. Αθήνα: Αστήρ, 1998.
  5. Κιλίφης, Τιμόθεος (Αρχιμ.). Σκέψεις και εμβαθύνσεις. 2η έκδ. Αθήνα, 1994.
  6. Λυράκης, Καλλίστρατος Ν. (Αρχιμ.). Ο νόμος του Θεού και ο άνθρωπος. 5η έκδ. Αθήνα, 2003.
  7. Μαυρομάτης, Γεώργιος. Η Αποκάλυψη του Ιωάννου: Ερμηνευτικά. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 1999.
  8. Πάσχος, Π. Β. Το γεράκι του προφήτου: Διηγήματα. 1η έκδ. Αθήνα: Αρμός, 1993.
  9. Πάσχος, Π. Β. Εν ασκήσει και μαρτυρίω των Αγίων Νικοδήμου Αγιορείτου και Αθανασίου Παρίου. Αθήνα: Αρμός, 1996.
  10. Πάσχος, Π. Β. Εξήνθησε η έρημος: Θαυμαστές ιστορίες των μεγάλων ασκητών της Αιγύπτου. 1η έκδ. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 2004.
  11. Συμεών (Μητροπολίτης Νέας Σμύρνης). Κηρύξατε: Ομιλίες στα Ευαγγέλια των Κυριακών. 2η έκδ. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 2004.
  12. Χατζηνικολάου, Αστέριος (Αρχιμ.). Η οδός του Κυρίου στενή και ευρύχωρος και παράδοξος. 2η έκδ. Αθήνα: Αδελφότης Θεολόγων «Ο Σωτήρ», 2007.
  13. Χατζηνικολάου, Αστέριος (Αρχιμ.). Μέλλουσα κρίση και αιωνιότητα. Αθήνα: Αδελφότης Θεολόγων «Ο Σωτήρ», 2009.
  14. Χορτάτος, Τίτος Κ. (Αρχιμ.). Ιερά Μονή Οσίου Ονουφρίου εν Ιερουσαλήμ. 2η έκδ. Αθήνα, 2006.
  15. Ψαριανός, Διονύσιος (Μητροπολίτης Σερβίων και Κοζάνης). Ο Λόγος του Θεού: Εις την Αγία Κυριακή 1979–1986. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 2002.
  16. Ψαριανός, Διονύσιος (Μητροπολίτης Σερβίων και Κοζάνης). Ο Λόγος του Θεού. 1η έκδ. Τόμ. Α΄–Β΄. Αθήνα: Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 2007.

Άρθρα

  1. Αντίπας (Αρχιμ., Καθηγούμενος και Πατριαρχικός Έξαρχος Πάτμου). «Από ομιλία στο Πνευματικό Κέντρο της Ιεράς Αρχιεπισκοπής Κρήτης (23/2/2003)». Αναγέννησις (Ιερό Ησυχαστήριο Αγίας Φωτεινής, Ελληνοπεράματα Ηρακλείου Κρήτης) (Μάρτιος–Απρίλιος 2003): 3698–3699.
  2. Παπαβαρνάβας, Γεώργιος (Πρωτοπρ.). «Όσιος Ονούφριος». Εκκλησιαστική Παρέμβαση (Ιερά Μητρόπολις Ναυπάκτου και Αγίου Βλασίου). http://www.parembasis.gr/2006/06_06_06.htm.

Διαδικτυακές πηγές

  1. Η Αγία Γραφή. http://www.apostoliki-diakonia.gr/bible/bible.asp. Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος.
  2. Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος. Η παρουσία του χριστιανικού ναού. http://www.apostoliki-diakonia.gr/gr_main/catehism/theologia_zoi/themata.asp?contents=art/contents_naos.asp&main=naos&file=page11.htm.
  3. Ιερός Ναός Αγίου Ελευθερίου Περιστερίου. Συναξαριστής Ιουνίου. http://www.agioseleytherios.gr/agioseleytherios/php/index.php?pg=synaksarioJun.

Συντομογραφίες: αρ. = αριθμός · έκδ. = έκδοση · επιμ. = επιμέλεια · μτφρ. = μετάφραση · σ./σσ. = σελίδα/σελίδες · στ. = στήλη · τόμ. = τόμος · χ.τ. = χωρίς τόπο έκδοσης · χ.χ. = χωρίς χρονολογία. Ορισμένες εγγραφές δεν διαθέτουν πλήρη στοιχεία έκδοσης· θα συμπληρώνονται σταδιακά.